Ancient Greek
Chapter 8, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.8
Not analysed yet
Γρηγορίου Νύσσησ. Κοινοῦ γὰρ ὄντος τῷ Υἱῷ καὶ τῷ Πνεύ- ματι του μἦ αναιτιως ἑιναι. ὢς αν μή τις σύγχυσις έκ τούτου περὶ τὸ ὑποκείμενον θεωρηθείη. πάλιν ἐστὶ καὶ διαφορὰν ἐν τῇ κοινότητι ἐξαρεῖν. ὁ μὲν γὰρ μονογενὴς Υἱὸς, ἐκ τοῦ Πατρὸς λέ- γεται· καὶ μέχρι τούτου ὁ λόγος ἵστησι τὸ ἰδίωμα. τὸ δὲ Ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. “εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν “αὐτοῦ,” φησὶν ἡ γραφή. οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ Θεοῦ ὃν, καὶ Χριστοῦ Πνεῦμα ἐστιν ὁ δὲ Υἱὸς ἐκ του Θεοῦ ὣν, οὐκέτι καὶ τοῦ Πνεύματος, οὔτε ἐστὶν οὔτε λέγεται. οὐ δὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία· ὡς δύνασθαι κατὰ τὸ ἶσον ἀντιστραφῆναι τὸν λόγον.