Ancient Greek
Chapter 8, Verse 12
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.12.2
Not analysed yet
Θεοδωρήτου. τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει. ὅτι ὁ μὲν, τὸ δέον ἐδίδαξεν· ἡ δὲ, καὶ τοῦ Πνεύματος ἔχει συνεργοῦσαν τὴν χάριν. σὺν ἀκριβείᾳ οὖν πολλῇ τὴν θείαν διδασκαλίαν προήνεγκεν ὁ θεῖος Ἀπόστολος· Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μανέντος τὴν βλασφημίαν ὁρῶν. οὐ γὰρ εἶπε τὸ σῶμα θανατώσατε, ἀλλὰ “τὰς “πράξεις τοῦ σώματος.” τουτέστι, τὸ φρόνημα τῆς σαρκός· τὰ τῶν παθημάτων σκιρτήματα. ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν· καρπὸς δὲ τῆς νίκης ζωή.