Ancient Greek
8.14.2 to 8.14.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.14.2-3
Not analysed yet
Θεοδωρήτου. Ἐνταῦθα δὲ, καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος. Κυρίλλου. Οἱ δὲ Πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται. διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι· καὶ δουλείας μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι. ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.