# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.15.6

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.15.6

Χρυσοστόμου. Καὶ ἑτέραν δὲ ποιεῖται ἀπόδειξιν, τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. ποῖον δὴ τοῦτο ; ὅτι “κράζομεν ἀββᾶ ὁ πατήρ. τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται καλῶς, ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι λέγειν τὸ ῥῆμα. τι οὑν φησί; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι πατέρα τὸν Θεόν ; οὐκ ἀκούεις Μώσεως λέγοντος, “ Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες;” καὶ τοῦ Μαλαχίου ὀνειδίζοντος καὶ λέγοντος, “ὅτι Θεὸς εἷς ἔκτισεν “ ἡμᾶς.” καὶ "πατὴρ εἷς πάντων ὑμῶν;” ἀλλ’ εἰ καὶ ταῦτα, καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτω. ἡμεῖς δὲ ἅπαντες, οὕτως εὔχεσθαι ἐκελεύσθημεν n. ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ’ ἐξ οἰκείας διανοίας. οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθὸ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο· καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεως, καθὸ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν o· οὕτω καὶ πνεῦμα υἱοθεσίας. καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ’ ὣν ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα· οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ’ ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας· ἀφ’ οὗ ὁ λαβὼν, πατέρα καλεῖ τὸν Θεόν· ὑπὸ τοῦ πνεύματος κινούμενος. ὃ δὴ βουλόμενος δεῖξαι γνησιότητος ὂν, καὶ τῆ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ. οὐ γὰρ εἶπε μόνον ὁ πατὴρ, ἀλλὰ “ ἀββᾶ ὁ πατήρ.” ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρας ῥῆμα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
