# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.10.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.16.10.1

Χρυσοστόμου. Δείξας ἀντίδοσιν οὖσαν τὴν κληρονομίαν. ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον. τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα· καὶ οἱ λαμβάνοντες μὴ αἰσχύνωνται, ὡς ἀεὶ δωρεὰν σωζόμενοι. τὸ δὲ, ἵνα μάθῃς ὅτι νικᾶ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. καὶ τὸ μὲν, ἐδήλωσεν εἰπὼν, “ εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” τὸ καὶ προσθεὶς, “ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.” ἐν γὰρ τοῖς προτέροις, τὴν τῶν ἠθῶν διόρθωσιν ἀπῄτει τὸν πνευματικόν· ἐν οἷς ἔλεγεν, “ οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν.” οἷον, ἵνα τῶν παθῶν περιγένηται ὁ τοιοῦτος. ἐνταῦθα δὲ, ἐπειδὴ αὐτὸν τῆς δωρεᾶς ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ μονογενοῦς· θαρρῶν ἐξάγει λοιπὸν αὐτὸν καὶ ἐπὶ τοὺς κινδύνους. οὐδὲ γάρ ἐστιν ἶσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ἐνεγκεῖν· τὰς μάστιγας· τὸν λιμόν· τὰ δεσμά· τὰς ἁλύσεις. πολὺ γὰρ ταῦτα γενναιοτέρας δεῖται ψυχῆς. καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει, καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. ὅταν γὰρ δείξῃ τὰ ἔπαθλα μείζονα τῶν πόνων, καὶ προτρέπει μειζόνως· καὶ οὐκ ἀφίησι μέγα φρονεῖν ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. καὶ ἀλλαχοῦ μέν φησι, “ τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερ- “ βολὴν ἐς ὑπερβολὴν δόξης αἰώνιον βάρος κατεργάζεται.” γὰρ φιλοσοφωτέρους ὁ λόγος ἦν αὐτῷ. ἐνταῦθα δὲ κοῦφα μὲν αὐτὰ οὔ φησι εἶναι, παραμυθεῖται δὲ τῇ μελλόντων ἀντιδόσει· λέγων, “ λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ ροῦ.” καὶ οὐκ εἶπε πρὸς τὴν μέλλουσαν ἄνεσιν· ἀλλ’ ὃ πολλῷ μεῖζον, “ πρὸς τὴν μέλλουσαν δόξαν.” ὅπου μὲν γὰρ ἄνεσις, πάντως καὶ δόξα. ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. είτα ἐπειδὴ μέλλουσαν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. οὐ γὰρ εἶπε πρὸς τὴν μέλλουσαν ἔσεσθαι. ἀλλὰ “ πρὸς τὴν μέλλουσαν “ ναι.” ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ. ὅπερ καὶ σαφέστερον ἔλεγεν, “ ὅτι ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ “ ἐν τῷ Θεῷ·” θάρρει τοίνυν ὑπὲρ αὐτῆς. παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους. εἰ δὲ τῷ μέλλειν σε λυπεῖ, αὐτῷ μὲν οὑν εὐφραινέτω τούτῳ. τῷ γὰρ μεγάλη τίς εἶναι, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὰ παθήματα τοῦ νῦν καιροῦ. ἀλλ’ ἵνα δείξῃ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. ταῦτα μὲν γὰρ οἷα ἃν ᾐ τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ. τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. ἅπερ ἐπειδὴ κατὰ μέρος εἰπεῖν οὐκ εἶχεν, οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ’ ἡμῖν ἐπεράστου τῆς δόξης, αὐτὰ ὠνόμασεν. ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, τοῦτο εἶναι δοκεῖ· καὶ ἐπειδὴ ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, καὶ σμικρὸς μὲν ὁ πόνος, μέγα δὲ τὸ ἐλπιζόμενον κέρδος, διὰ τοῦτο οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγόρευσεν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
