Ancient Greek
Chapter 8, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.2
Not analysed yet
Γενναδίου. “Αὐτὸ μὲν γὰρ τὸ Πνεῦμα.” τὴν τοῦ Ἁγίου Πνεύματος ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν. ὡς ἐν τῶ, “συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ὁλόκληρον “ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.