# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.16.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.16.5

ΧΡΥΣοΣTóMΩΥ. Ὁρᾶς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν ; ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαι-οι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. ’* κακοὺς γάρ,” φη- σιν, “ κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ- “ ροις.” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ “ καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἁβραάμ· οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ’ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ κληρονόμοι. διὸ καὶ ἐπήγαγε, “ κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι “ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρόνομοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι· συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον· δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκόπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν. ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὑτὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις· ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
