Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.1
Not analysed yet
Χρυσοστόμου. Ἐπαίρων καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπούδαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι. ἀλλ’ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τι φησι. καὶ ἡ κτίσις αὐτὴ σφόδρα ὠδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γὰρ, ἡ σφοδρὰ προσδοκία ἐστίν. ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἀπάντα τοῦτον. ἅπερ κα οἱ προφήται ποιοῦσι. ποτάμους κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες. ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ οὐρανοῦ. ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν.