Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.3
Not analysed yet
Κυρίλλου. Ἀποκαραδοκία μὲν οὖν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία καὶ ἐπιτήρησις. ἐκδέχεταί γε μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ· οὐκ εἰδυῖα τὸ ἐσόμενον. πῶς γάρ; ἣ πόθεν; ἀλλὰ ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, προσδοκῶσα τὴν εἰς τὸ κρεῖττον ἕξειν μεταβολήν. μεταπλαττομένων γὰρ τῶν τοῦ Θεοῦ τέκνων τῶν θεοσεβῶς ζησάντων, ἐξ ἀτιμίας εἰς δόξαν· καὶ αὐτὴ πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον, τὴν πρέπουσαν τοῖς τότε καιροῖς αὐχοῦσα κατάστασιν· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.