Ancient Greek
Chapter 8, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.19.5
Not analysed yet
Γενναδίου. Ἔφη δέ τις ἀποκαραδοκίαν τῆς κτίσεως, τὴν ἄποθεν προσδοκίαν αὐτῆς. ἥτις ἐστὶ τὸ ἀπεκδέχεσθαι ἀποκαλυφθῆναι τὴν τέως κεκρυμμένην ἐν Χριστῷ ζωὴν ἡμῶν. οὕτως ἔχειν εἰπὼν τὸ σύμπαν νόημα. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷον τι λέγω. πεφώραται τις ἀγαθόν τι πεποιηκὼς ἢ κακόν. εὐθὺς παρόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος, τοιοῦτος ὣν καταφαίνεται· καὶ ἐδείκνυ τῷ σχήματι· καὶ ἐγὼ αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως, ὅστις ἦν, αὐτίκα κατέμαθον. καὶ ὅλως τοιαῦτα τινὰ πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν φησι καὶ ὁ εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίον. ὅτι οὐ συνίεσαν μὲν τὰ πέρι αὐτὸν σικονομούμενα πρότερον. “ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν, “ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα.” κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρειληφώς· καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκται τοῦτο τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκευὴ προκηρύττει, τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη ἐστὶ τὴν ἀποκάλυψιν τῶν υἱῶν περιμένουσα τοῦ Θεοῦ. ἐπεὶ μὴ δὲ ματαίως ἔκτισε τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Θεός.