Ancient Greek
Chapter 8, Verse 2
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.2.1
Not analysed yet
Χρυσοστόμου. Δείκνυσι πόθεν δυνατοὶ γεγόναμεν νῦν, μὴ κατὰ σάρκα περιπατεῖν· “ὁ νόμος,” φησὶ, “τοῦ Πνεύματος, “ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.” νόμον Πνεύμα- τος, τὸ Πνεῦμα καλῶν. ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον τοῦ Πνεύματος, τὸ Πνεῦμα φησίν. καίτοι καὶ τὸν Μώσεως, οὕτως ἐκάλεσέ λέγων· “οἴδάμεν ὅτι ὁ νόμος πνευ- “ματικός ἐστι.” τι οὖν τὸ μέσον; πολὺ καὶ ἄπειρον. ἐκεῖνος μὲν γὰρ πνευματικός. οὗτος δὲ, νόμος Πνεύματος. καί τι τοῦτο ἐκείνου διέστηκεν; ὅτι ὁ μὲν, ὑπὸ Πνεύμάτος ἐδόθη μόνον· οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει δαψιλὲς τοῖς ὑποδεχομένοις αὐτόν. διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε· πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας· οὐ τοῦ Μωσαϊκοῦ. ὅταν γὰρ λέγῃ, “ἠλευθέρωσέ “με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας,” οὐ τὸ, Μωσαϊκὸν νόμον λέγει ἐνταῦθα. οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ. πῶς γάρ; ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν. ἀλλ’ ἐκεῖνον ’τον ἀντιστρατευόμενον τῳ νόμῳ του νόος. τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον. θανατώσασα τὴν ἁμαρτίαν, ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα. καὶ τότε, μέτα πολλῆς τῆς συμμαχίας, ἐπὶ τὰ παλαίσματα ἑλκύσασα ταῦτα· ὅπερ δὲ ἀεὶ ποιεῖ· ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων· ἀπὸ τοῦ Πνεύματος, εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα. τῇ Τρίαδι πάντα τὰ ὑπὲρ ἡμῶν \λογιζόμενος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· καὶ γὰρ εἰπὼν, “τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ P θανάτου τούτου; “ἔδειξε καὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τοῦτο ποιοῦντα. εἶτα πάλιν τὸ Πνεῦμα τὸ Ἁγιον μετὰ τοῦ Υἱοῦ. “ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, “ἠλευθέρωσέ με,” φησὶν, “ἐν Χριστῷ Ἰησοῦ.”