# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.2.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.2.2

Κυρίλλου. Ἢ ὥσπερ καὶ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει κἀς ἑτέραν ἔννοιαν φρόνημα· πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμος Πνεύματος ζωῆς, τὸ θέλημα τὸ πνευματικόν· τουτέστι, τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς δαρ- “κὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύ- “μάτος θερίσει ζωὴν αἰώνιον.” οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι. ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ. ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν· καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος, κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέ- σμεθα· ταύτῃ τοι καὶ λελυτρώμεθα· καὶ ὑπεζεύγμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθοεργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀσθενείας ἐκείνης ἀπήλλακται τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, “ἠλευθέρωσέ με,” φησίν· οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος, τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πὼς ἀνάγκη, καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἐλευθερωμένους τὲ διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
