Ancient Greek
Chapter 8, Verse 2
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.2.4
Not analysed yet
Τοῦ Αὐτοῦ. Διήλεγξε τοίνυν ἀνωτέρω τὴν πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν μάχην, ἵνα δείξη τὰ διὰ τῆς σαρκώσεως τοῦ Λόγου γεγονότα ἡμῖν κατορθώματα. τὴν ἕνωσιν καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τοῦ λουτροῦ τῆς παλινγενεσίας· δι’ ἧς καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν διὰ Πνεύματος Ἄγ’ ἴου. οὐκοῦν ὑπὸ Χριστὸν οἱ ὄντες, οὐκ εἰσὶν ὑπὸ · κατάκριμα· ἐπειδὴ μὴ δὲ κατὰ σάρκα περιπατοῦσιν· εἰ γὰρ καὶ οἱ πάλαι τῇ μὲν διανοίᾳ ἕτοιμοι ἦσαν πληροῦν τὸν νόμον, ἀνθείλκοντο δὲ ἐπὶ τὴν ἁμαρτίαν διὰ τὸ ἀνέδην τρυφᾶν, καὶ κατὰ σάρκα ζῆν. ἀλλ’ οὐ πάσχουσι τοῦτο καὶ οἱ ἐν Χριστῷ περιπατοῦντες, ὡς μὴ τὸν νόμον φυλάσσοντες τὸν κατακρίνοντα, καταφυγόντες δὲ ἐπὶ τὸν Κύριον τὸν μὴ κατακρίνοντα, ἀλλὰ ῥυόμενον ἀπὸ τῆς κατακρίσεως διὰ τοῦ λουτροῦ· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος ποιῆσαι Μώσεως, ῥύσασθαι ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, τοῦτο ὁ νόμος τοῦ Πνεύματος ἐν Χριστῷ ἐποίησε· τουτέστιν, ἡ χάρις τοῦ Κυρίου ἡ ζωοποιός. νόμον δὲ Πνεύματος μάτος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος. Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ᾿ ἐν τούτοις ὅρα ὅτι τὸν νόμον ἀνωτέρω καλέσας πνευματικόν· τουτέστι τὸν διὰ τοῦ Πνεύματος, ἐν ἔφη, ἔφη, “οἴδαμεν ὅτι ὁ νόμος πνευματικὸς ἐστὶν,” εὐθὺς αὐτὸν νόμον Θεοῦ ἀπεκάλεσεν, εἰπὼν “συνήδομαι τῷ νόμῳ “τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.” νῦν δὲ γυμνότερον ὅτι Θεὸς εἴη τὸ Πνεῦμα ἔδειξε, βοῶν, “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς “ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ Με.” ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ “ἀλήθεια καὶ ἡ ζωή; “νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.