# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.26.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.26.2

Κυρίλλου. “ Ἐντυχχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἐπειδὴ στενάζομεν ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ἐκτελεῖν σπουδάζοντες. οὐκοῦν μανθάνομεν ἐν Ἁγίῳ Πνεύματι, καὶ τοῦτο· σοφὸν γὰρ, ὡς καὶ ὁ Υἱός. “ ἐπειδὴ δέ,” φησιν, “ τὸ “ ξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καί τοι τίνα δεῖ τρόπον εὔχεσθαι, πεπαιδεύμεθα παρὰ τοῦ Χριστοῦ λέγοντος ἐναργῶς, “ ὑμεῖς οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν “ οὐρανοῖς·” καὶ ὅσα τούτοις κείμενα ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν καθ’ ὃν πρέπει τρόπον ἐκτελεῖν τὰς ἱκετείας ἐγνώκαμεν, τίς ἃν, εἰπέ μοι, γένοιτο τῶν ἀποστολικῶν γραμμάτων ὁ λόγος; ἣ, ἔνθα ἃν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον; φαμὲν οὖν ὅτι προσευχόμεθα μὲν ἐκζητοῦντες τὴν τῶν ἀγαθῶν αἴτησιν, καὶ τὰ εἰς δόξαν Θεοῦ πρό γε τῶν ἄλλων· καὶ τὰ δι’ ὧν ἂν ἔσοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν ζωὴν τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι. “ τὴν δὲ ἀπαρχὴν ἔχοντες τοῦ Πνεύματος, καὶ αὐτοὶ “ ἐν ἑαυτοῖς. υἱοθεσίαν ἀπεκδεχόμενοι, καὶ ἐλπίζοντες τὴν ἀπολύ- “ τρῶσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ, “τί “ προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” “ εἰ γὰρ ὀφθαλμὸς οὐκ “ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” τι προσιόντες ἣ πῶς ἃν εἰδείημεν, ἃ μὴ τεθεάμεθα; μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς τῶν ἀνθρώπων καρδίαις οὐκ ἔγνως μένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις· ἣ τίς ὁ μεταπλασμός· ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν· αὐτὸς ἃν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας, “ αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἵνα ἐν ταῖς “ ναῖς ὑμῶν δαπανήσητε·” οὐκοῦν πρέποι ἃν τοῖς ὧδε διακειμένοις εἰπεῖν, τὸ, “ τί προσευξόμεθα, καθὸ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὑν ἐν στεναγμοῖς λαλοῦμεν ἐν Πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται, πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
