Ancient Greek
8.26.3 to 8.26.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.26.3-4
Not analysed yet
Θεοδωρήτου. Ἢ καὶ ἁπλούστερον, μὴ αἰτεῖτε, φησὶ, λυπηρῶν τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν. Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.