Ancient Greek
Chapter 8, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.27.1
Not analysed yet
Χρυσοστόμου. Ἐκ τούτων μᾶλλον ἀληθὲς φαίνεται ὅτι περὶ τοῦ Παρακλήτου οὐκ ἔστιν ὁ λόγος τῷ Παύλῳ. ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν, ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. ἀλλ’ ἵνα μάθῃς ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν, “ὁ δὲ “νῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. οὐ γὰρ ἀγνοοῦντα, φησὶν, διδάσκει τὸν Θεόν· ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ. τοῦτο γάρ ἐστι τὸ κατὰ Θεόν. ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης. καὶ γὰρ ὁ παρέχων τὰ χαρίσματα, καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ παράκλητος ἦν. “πάντα γὰρ ταῦτα, ”φησὶν, “ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.” καὶ τῆς ἡμετέρας χάριν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην· ὅτι μέχρι τούτου συγκαταβαίνει. ὅθεν καὶ τὸ εὔχεσθαι τῷ ἀγαπωμένῳ ἐγίνετο· μᾶλλον δὲ τὸ ἀκούεσθαι τῷ εὐχομένῳ.