Ancient Greek
Chapter 8, Verse 28
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.28.6
Not analysed yet
Θεοδωρήτου. Σφόδρα τοίνυν ἀκριβῶς συνέζευξε τῇ κλήσει τὴν πρόθεσιν. οὐ γὰρ ἁπλῶς καλεῖ, ἀλλὰ τοὺς πρόθεσιν ἔχοντας. διὰ τοῦτο ἐν μὲν Κορίνθῳ ἔφη τῷ Ἀποστόλῳ, “λάλει καὶ μὴ “σιωπήσῃς. ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.” εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον, ἐπέσχεν. ὕστερον δὲ τοῦτο ἐπέσχεν ἥκιστα· ἀλλὰ ποιῆσαι προσέταξε. διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτὸν, “σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν. οὐ γὰρ “μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.” διὰ τοῦτο κἀνταῦθα, “τοῖς κατὰ πρόθεσιν,” ἔφη, “