Ancient Greek
Chapter 8, Verse 28
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.28.8
Not analysed yet
Κυρίλλου. Τὸ μὲν οὖν κατὰ πρόθεσιν, εἴη ἃν τὸ κατὰ βούλησιν. κέκληνται δὲ, οἱ, περὶ ὧν ὁ λόγος, κατὰ βούλησιν, τίνων; πότερα δὴ τοῦ κεκληκότος, ἣ τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτο ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που ὁ Χριστός· “οὐδεὶς “ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις, οὐκ ἃν τίς ἁμάρτοι τοῦ πρέποντος, λέγων, ὡς κλητοὶ γεγόνασι τινὲς κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.