# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.29.9

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.29.9

Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος. Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν, “ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.” Πατέρα μου, φύσει· πατέρα ὑμῶν, θέσει καὶ χάριτι. Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
