Ancient Greek
Chapter 8, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.1.1
Not analysed yet
Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ- “γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται. Ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. ὁ μὲν γὰρ ἐν γράμμασι νόμος, διδάσκαλος ἦν εὐκοσμίας, καὶ τῶν ἀρίστων εἰσηγητής. δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὁ γε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς.