# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.3.2.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.3.2.1

Χρυσοστόμου. Καὶ δοκεῖ μὲν διαβάλλειν τὸν νόμον πάλιν. εἰ δέ τις ἀκριβῶς προσέχει, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ. σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. οὐδὲ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ “τὸ ἀδύνατον.” καὶ πάλιν· “ἐν ᾧ “ἠσθένει.” οὐκ ἐν ᾧτ’ ἐκακούργει ἢ ἐπεβούλευε. καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· “ἐν ᾧ ἠσθένει “διὰ τῆς σαρκός.” σάρκα πάλιν αὐτὴν οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν· δι’ ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας. οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εἰ γὰρ ἐναντίος ἦν ο νόμος, πῶς ὁ χριστοὶ εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε, κατακρίνας τὴν ἁμαρ- τίαν ἐν τῇ σαρκί; τοῦτο γὰρ ὑπολέλειπτο. ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ μονογενής; οὐδαμῶς· μά- λιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο. ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς. ἄλλως δὲ, οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; οὐδέν. ἀλλὰ καὶ μείζων κατάκρισις. ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν, ὁ καὶ τὴν σάρκα εὐήνιον ποιήσας. τὸ μὲν γὰρ διδάξαι εὔκολον. τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι’ ἧς μετ’ εὐκολίας ταῦτα ἐγίνετο, τοῦτο ἐστι τὸ θαυμαστόν. Διὰ δὴ τοῦτο ἦλθεν ὁ μονογενής. καὶ οὐ πρότερον ἀπέστη, ἕως ἃν ἀπήλλαξε τῆς δυσκολίας ἡμᾶς ἐκείνης. καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης. οὐδὲ γὰρ ἑτέραν ἀνέλαβε σάρκα. ἀλλ’ αὐτὴν τὴν καταπονουμένην. ὥσπερ ἄν εἰ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ q τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὣν υἱός. καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπερεαζόντων. ὅπερ αὐτὸς ἐποίησε. καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτὴ αὐτὴ r, καὶ κατακρίνας τὴν ἁμαρτίαν. οὐ τοίνυν ἐτόλμησεν αὐτὴν τυπτῆσαι λοιπόν. μᾶλλον γε ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ. τούτῳ δὲ αὐτῷ κατεκρίθη· καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ’ ἡ τυπτήσασα ἁμαρτία. ὅπερ ἁπάντων ἐστὶ θαυμαστότατον. καὶ γὰρ εἰ μὴ ἐν τῇ σαρκὶ η νίκη γέγονεν, οὐχ οὐτῶ θαυμαστὸν ἢν. ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη. καὶ η μυριάκις ὕπο τῆς ἁμαρτίας καταβληθεῖσα, αὐτὴ λαμπρὰν κατ’ αὐτῆς τὴν νίκην ἤρατο. ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν. ἕνα μὲν ὅτι οὐκ ἐνίκησεν ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, καὶ ἐνικήθη παρ’ αὐτῆς. οὐ γάρ ἐστιν ἶσον μὴ νικηθῆναι καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν· ἀλλὰ καὶ ἐκόλασε. τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν, οὐκ ἐνικήθη. τῷ δὲ ἀποθανεῖν, ἐνίκησε καὶ κατέκρινεν αὐτήν· φοβερὰν αὐτῷ τὴν σάρκα ἀποφήνας, τὴν πρότερον οὖσαν εὐκαταφρόνητ ὂν. οὕτω γοῦν καὶ αὐτῆς τὴν δύναμιν ἐξέλυσε, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανεν, ἐπῆγε τὴν τελευτὴν κατὰ τὸν τοῦ δικαίου λόγον. ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα, τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη. Ὁρᾷς, ὅσα τὰ νικητήρια γέγονε; τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας. τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι. τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν. οὐχ ἁπλῶς ἰσχύι· καὶ ἐξουσίᾳ· ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν “ἐν τῇ σαρκί. ὡς ἃν εἰ ἔλεγεν· ὅτι μέγα ἡμαρτηκυῖαν ἔλεγξε· καὶ τότε αὐτὴν κατεδίκασεν r. εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησιν πέμψαι τὸν υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε. ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστός· ἀλλ’ ὁμοίαν μὲν τῆ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν· ἀναμάρτητον δέ. ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις· οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστός· οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ’ οὐσίαν, οὕτως αὐτὴν ἀναμαχέσασθαι παρεσκεύασεν. ἀλλ’ ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς Φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε s, καὶ θάνατον εἰργάσατο.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
