Ancient Greek
Chapter 8, Verse 31
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.31.1
Not analysed yet
Χρυσοστόμου. Ὡς ἃν εἰ ἔλεγε. μὴ τοίνυν λοιπὸν λέγε μοι περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. εἰ γὰρ καὶ τοῖς μέλλουσι τινὲς διαπιστοῦσιν. ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ, οὐδὲν ἃν ἔχοιεν εἰπεῖν. οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο. καὶ ὅπερ ἐνόμιζες αἰσχύνης εἶναι, ’τον σταυρὸν, τὰς μάστιγας, τὰ δέσμα, ταύτα ἐστιν α την οἰκουμένην κατώρθωσεν ἅπασαν. ὥσπερ οὖν οὗν αὐτὸς ἔπαθε, καί τοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν ρίαν τῆς φύσεως ἀπεχρήσατο, οὕτως καὶ ἐφ’ οἷς αὐτὸς ὑπομένεις, ποιεῖν εἴωθεν· εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσι. καὶ τίς οὐ καθ’ ἡμῶν, φησιν; καὶ γὰρ ἡ οἰκουμένη καθ’ ἡμῶν, καὶ τύραννοι, καὶ δῆμοι, καὶ συγγενεῖς, καὶ πολίται· ἀλλ’ οὗτοι οἱ καθ’ ἡμῶν, τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι. τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς, εἰς τὴν ἡμετέραν τρεπούσης σωτηρίαν καὶ δόξαν. ὁρᾷς, πῶς οὐδεὶς καθ’ ἡμῶν; ὅτι τοῦ Θεοῦ ὄντος ὑπὲρ ἡμῶν, καὶ τὰ καθ’ ἡμῶν δοκοῦντα εἶναι, ὑπὲρ ἡμῶν πάντα γίνεται. ἐκ γὰρ τούτων, ἡμῖν οἱ στέφανοι πλέκονται· καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων οὐκ ἔλαττον ἡμᾶς ὠφελοῦσι.