Ancient Greek
Chapter 8, Verse 31
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.31.3
Not analysed yet
Θωτίου. Ἢ καὶ οὕτως. τι ἐροῦμεν πρὸς ταῦτα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασε· πρὸς τοιαύτην ἀφθονίαν εὐεργεσιῶν, τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησὶν, λόγων εὐποροῦμεν· μή τι γε ἔργων ἀμοιβῆς. τοιαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθεν, φησὶν, “εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;” οὐδείς. τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν, ἀλλὰ ὠφελήσουσιν.