# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.32.3.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.32.3.1

Γενναδίου. Εὔκαιρον δὲ τοῦτο ἐπισχεῖν νῦν, ὅτι ἐνταῦθα τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ ὁ Χριστὸς γάρ,” φησι, “ ἠγάπησεν ἡμᾶς, “ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον, ἣ ἓν εἶναι Πατρὶ καὶ Υἱῷ τῆς ἀνθρώπων σωτηρίας τὸ βούλημα; Γρηγορίου Νύσσησ. Εἰπών γε μὴν ὁ Παῦλος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλει τὸν ἀληθινὸν Υἱὸν τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι. τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν. τῇ τοῦ ἰδίου προσθήκῃ, τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἃν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανοτέρων τὴν τοιαύτην ἐπανορθοῦται πλάνην. μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπων, καὶ ἄνθρωπον καὶ Θεὸν ὀνομάζων. ἵν ἐκ τοῦ, τὰ δύο περὶ τὸ ἓν λέγεσθαι, τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον. περὶ μὲν τὸ θεῖον, ἡ ἀπάθεια· περὶ δὲ τὸ ἀνθρώπινον, ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον· τῷ λόγῳ δὲ διακρινόμενον· ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. τοῦτε ἀνθρωπίνου, διὰ τῆς ἀναλήψεως δοξαζομένου· καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου. ἀλλὰ διδόντος μὲν τοῖς πάθεσι τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμενως· καὶ οὕτως οὔτε τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται, διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν· καὶ τὰ ὑψηλὰ τὲ καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει. ὡς καὶ Κύριον τῆς δόξης τὸν ἐπὶ σταυροῦ φανέντα, κατονομάζεσθαι τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει· καὶ τῆς τῶν ὀνομάτων χάριτος, ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης. Διὰ τοῦτο ποικίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι νῦν μὲν, τὸν ἐξ οὐρανῶν κατελθόντα· νῦν δὲ, τὸν ἐκ γυναικὸς γεννηθέντα. καὶ Θεὸν προαιώνιον· καὶ ἐπ’ ἐσχάτων ἡμερῶν, ἄνθρωπον. οὕτως καὶ ἀπαθὴς ὁμογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται. καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται· τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. τὰ μὲν οὖν ἀνθρώπινα, τῷ ἀνθρωπίνῳ· τὰ δὲ ὑψηλὰ, τῇ θεότητι καταλλήλως ἁρμόζομεν. καὶ φαμὲν ὅτι καθὸ Θεὸς ὁ Υἱὸς, ἀπαθὴς πάντως ἐστι καὶ ἀκήρατος. εἰ δέ τι πάθος περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος, τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν· ὡς εἶναι τῆς μὲν σαρκὸς, τὸ πάθος, τοῦ δὲ Θεοῦ, τὴν ἐνέργειαν. κἂν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς, τοῦ ἐναντίου καθέλκωσι δόγματος, λέγοντα, ὅτι τοῦ ἰδίου οὐκ ἐφείσατο· καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψε, καὶ ὅσα τοιαῦτα. πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ. οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα· αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ, τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ, λέγων, “ ἐπειδὴ γὰρ “ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.” καὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἐν τῇ σαρκὶ γὰρ, οὐκ ἐν τῇ θεότητι φησίν. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον Ἀπόστολον καθ’ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι. καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα, πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων λόγων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων, ὅτι πρὸν ἓν αὐτῷ βλέπει δι’ ἀκριβείας ὁ λόγος, καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις. πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων, οὐδὲν ἧττον ἐν ἑκα- τέρῳ τὸ ἴδιον καθορᾷ. ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης· καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
