Ancient Greek
Chapter 8, Verse 33
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.33.4
Not analysed yet
Ωριγένουσ. Δόξειε δ’ ἃν τοῦτο καὶ ἐπὶ τὸν διάβολον ἀναφέρεσθαι, ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν. οὐδεὶς γάρ ἐστιν, οὗ ἐκεῖνος μὴ κατηγορήσει, καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος ὁ Ιῃσοῦς, “ὃς ἁμαρτίαν οὐκ ἐποίησε.” καὶ διὰ τοῦτο ἔλεγεν, “ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχε οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν τοῦ Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπειλημένα, ἐφ’ οἷς κατεκρίθη ἂν, εἰ μὴ ἀπήλειπτο. ἐδικαίωσε δὲ, ὡς νεφέλην ἀπολείψας τὰς ἀνομίας αὐτῶν, καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν.