# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.34.3

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.34.3

Σευηριανοῦ. Δῆλόν γε μὴν ὅτι ταῦτα ἐντυγχάνει ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα. ᾔτει γὰρ τὸν Πατέρα λέγων, θέλω ἴνα ὀποῦ εἰμὶ ἐγὼ, ἐκεῖ καὶ αὐτοὶ μετ’ ἐμοῦ ὦσιν. οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα, τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων· οὔτε ὡς μὴ βουλόμενον. ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ Υἱός. τί οὖν βούλεται ἡ πρεσβεία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ φύσις, ἀλλ’ οὐχὶ μία καὶ ἡ ὑπόστασις. διὰ γὰρ τῆς ἐντεύξεως, ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ, τὸν μὲν Υἱὸν, αἰτεῖν, τὸν δὲ τέρα Χαρίζεσθαι· ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν, εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεάν; καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ Πατρός. ἵνα δι’ ὅλου τὸ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ὁ λόγος ἡμᾶς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον ὁ λόγος φανεῖται εὐσυνοπτότερος. Γρηγορίου Τοῦ Θεολόγου. Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν, εὖγε καὶ λίαν μυστικῶς τὲ καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν, οὐχ ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει. τοῦτο γάρ πὼς καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ Πνεῦμα ὑπὲρ ἡμῶν έντυγχάνειν λέγεται. “ εἷς γὰρ Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ “ πων, ἄνθρωπος Ἰησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας. ὅτι μετὰ τοῦ σώματος ἐστι οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
