# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.38.7

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.38.7

Γρηγορίου νύσσησ. Αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων, οὐ φύσεις τινὰς ἀλλήλων παρηλλαγμένας σημαίνουσιν· ἀλλ’ ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται, τὸ μὴ φύσεων διαφόρας, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ φησιν, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις ἣ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι, τὸ κατ’ ἐνεργείας τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν, καὶ τὸ κυριεύειν, καὶ τὸ ἐξουσιάζειν, καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἃν ὁ λελογισμένος, εἰς οὐσίων διαφόρας ἀπαγάγῃ· προδήλως τῆς ἐνεργείας ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τούτοις σημαίνεσθαι, φρεναπατᾷ ἑαυτόν. Βασιλείου ἐκ τοῦ εἰσ λβ ψαλμόν. τὴν μὲν οὖν εἰς τὸ εἶναι πάροδον αὐτῶν, ὁ δημιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων παρείχετο. τὸν ἁγιασμὸν δὲ αὐτοῖς, τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον συνεπέφερεν. οὐ γὰρ νήπιοι κτισθέντες οἱ Ἄγγελοι, εἶτα τελειωθέντες τῇ κατ’ ὀλίγον μελέτῃ, οὕτως ἄξιοι τῆς ὑποδοχῆς τοῦ Πνεύματος γεγόνασιν. ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει, καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν, συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. διὸ καὶ μετατιθέμενοι δυσκόλως εἰσὶ πρὸς κακίαν. εὐθὺς οἱονεὶ βαφῇ τινὶ τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν, τῇ δωρεᾷ τοῦ Ἁγίου Πνεύματος ἔχοντες. Τοῦ αὐτοῦ εἰσ τὸν μδ. Οὐδεὶς τὲ παρ’ ἐκείνοις παῖς, οὐδὲ νεάνισκος, οὐδὲ πρεσβύτης· οὐ γὰρ ἐπιδέχονται τὴν ἀλλοίωσιν. ἀλλ’ ἐν ᾗ περ ἐξαρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν· ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως, σωζο- μενης. Τοῦ αὐτοῦ εἰσ τὸν λγ. Καὶ παντὶ δὲ πεπιστευκότι εἰς τὸν Κύριον, Ἄγγελος παρεδρεύει· ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, δεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν Ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. ἐὰν δὲ ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, ἀναγκαίους φρουρούς σοι καὶ φύλακας ὁ Θεὸς παρακαθίστησιν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
