# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.5.4.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.5.4.1

Χρυσοστόμου. Καὶ οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται. ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπομεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὀροὺς κατεξανασταίη τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει. οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. “ τὸ γὰρ φρόνημα,” φησὶ, “ τῆς σαρκός.” οὐκ εἶπεν ἡ τῆς σαρκὸς φύσις, οὐδὲ ἡ οὐσία τοῦ σώματος, ἀλλὰ τὸ φρόνημα. ὅπερ διορθωθῆναι δύναιτ’ ἃν καὶ ἀναιρεθῆναι. τοῦτο δὲ λέγει, οὐ τῇ σαρκὶ διδοὺς λογισμὸν ἴδιον, ἄπαγε· ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν. ὥσπερ οὖν καὶ σάρκα πολλάκις, ἄνθρωπον ὁλόκληρον, καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν· φρόνημα δὲ τοῦ πνεύματος, τὴν πνευματικὴν διάνοιαν λέγει. ὅπερ οὖν καὶ προιὼν φησὶ, “ ὁ “ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ, καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. τῶν γὰρ κακῶν ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν. ἅπερ ἐδή- λωσεν εἰπὼν, “ ζωὴ καὶ εἰρήνη.” τὸ μὲν, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· “τὸ γὰρ φρόνημα,’ φησὶ, “τῆς σαρκὸς, θάνατος· τὸ δὲ, πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς. εἰπὼν γὰρ εἰρήνη, ἐπήγαγε, “διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.” ὃ τοῦ θανάτου χεῖρον ἐστίν. εἶτα δείκνυσι, πῶς καὶ θάνατος καὶ ἔχθρα. “τῷ γὰρ νόμῳ του Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται. Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, “ οὐ δὲ γὰρ δύναται. καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. φρόνημα γὰρ ἐνταῦθα σαρκὸς φησὶν, τὸν γεώδη λογισμὸν, τὸν παχύν· τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον. τοῦτον φησὶ, ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. καὶ ποία ἐλπὶς λοιπὸν σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν ; οὐ τοῦτο φησί. ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος ; πῶς ὁ λῃστὴς, καὶ μυρίοι ἕτεροι; οὐ τοῦτο τοίνυν φησὶ, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν. ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μένοντα, ὑποταγῆναι Θεῷ. μεταβαλόμενον μέντοι καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. οὐ γὰρ εἶπεν, ὅτι ἄνθρωπος οὐ δύναται ὑποταγῆναι Θεῷ, ἀλλ’ ὅτι ἡ πονηρὰ πρᾶξις, οὐ δύναται εἶναι καλή. ὅπερ οὖν καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν ὁ Χριστὸς, “οὐ δύναται σαπρὸν δένδρον, καλοὺς καρποὺς ποιεῖν,” οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων, μὴ δύνασθαι φέρειν καρποὺς καλούς. ἐπεὶ ὅτι δύνατον μεταβληθῆναι, καὶ ἐξ ἄλλης ἔδειξε παραβολῆς. ὅταν εἰσάγῃ τὰ ζιζάνια γινόμενα σῖτον. διὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει. “μήποτε γάρ,” φησι, “σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν “ σῖταον.” τουτέστι, τὸν μέλλοντα γενέσθαι ἐξ αὐτῶν. φρόνημα τοίνυν σαρκὸς, τὴν κακίαν φησίν. καὶ φρόνημα πνεύματος, τὴν χάριν τὴν δεδομένην· καὶ τὴν ἐνέργειαν, τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ. οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας ἐνταῦθα διαλεγόμενος, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ φησὶν, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ πνεύματος ἐπιλάβοιο βοηθείας. οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ Πνεῦμα βαδίζειν. u τοῦτο δὲ ἔσται, ἃν τῷ Πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ τὴν σάρκα πείσωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν. ὥσπερ οὖν ἐὰν ῥαθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν x.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
