# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.5.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.5.5

Ωριγένουσ. Ἀφ’ ὧν τοίνυν διδάσκει ὁ Παῦλος μανθάνομεν, τινες εἰσι κατὰ σάρκα οἱ τὰ τῆς σαρκὸς φρονοῦντες. καὶ τίνες εἰσὶ κατὰ πνεῦμα· οἱ τὰ τοῦ πνεύματος φρονοῦντες . τὰ δὲ φρονήματα τῆς σαρκὸς εἰσὶ, πορνεία, ἀσέλγεια, εἰδωλολατρίᾳ, καὶ τὰ ὅμοιαι ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα. ἅπερ ἔστι ζωή. καὶ ἤδη ἐν ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται. ἀκόλουθον οὖν, τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν. τοὺς δὲ πνεύματι ζῶντας, σπείρειν εἰς τὸ πνεῦμα. ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις, καὶ ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ, οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς, καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ γράμμα ζῶντες Ἰουδαῖοι, καὶ τὴν ἐν σαρκὶ αὐχοῦντες περιτομὴν, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα Ἰουδαῖο· οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, οὗτοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ πνεύματος τοῦ νόμου, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῳ πνεύματι του νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ, κατὰ πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
