Ancient Greek
Chapter 8, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.5.6
Not analysed yet
Φωτίου. Καλῶς οὖν φησὶν, ὅτι τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ Χριστοῦ οὐχ ὑποτάσσεται. ἐν ὅσῳ μὲν γάρ ἐστι, δῆλον ὅτι οὐχ ὑποτάσσεται. ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδόλως ἐστίν. ὥστε οὐδ’ ὑποτάσσεται. πῶς γὰρ ἃν τὸ μὴ ὃν, ἣ ἀντιστήσεται, ἣ ὑποταγῇ τινι; τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα y; ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος, οὐδὲ ἐκεῖνος. καταβληθέντος δὲ διὰ μετα- νοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ, καὶ ὐποτάσσεται τῷ νόμῳ τοῦ Θεοῦ.