# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.10

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.1.10

Χρυσοστόμου. Ἅμα δὲ καὶ ὡς λογισάμενος ἅπερ εἰς αὐτοὺς ὁ Θεὸς ἐνεδείξατο, εἶπεν, “ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν.” τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ μονογενεῖ τοῦ Θεοῦ. εἰ γὰρ καὶ ἕτεροι βλασφημοῦσιν, ἀλλ’ ἡμεῖς οἱ τὰ ἀπόρρητα εἰδότες αὐτοῦ, ἴσμεν σαφῶς ὅτι τοῦ δοξάζεσθαι ἄξιος. Βασιλείου ἐκ τῶν ἀντιρρητικῶν. “ Ὁ δὲ ἐπὶ πάντων “Θεὸς” ἐξ ἀνάγκης ὑπερέχων πάντων. ὁ Ἀπόστολος οὖν Θεὸν εἰπὼν τὸν Σωτῆρα, οὐχὶ καὶ τοῦ Πατρὸς εἰπε μείζονα. οὐ γὰρ πρὸς αὐτὸν ἀντιδιέστειλεν· ἀλλὰ πρὸς τοὺς λεγομένους μὲν ψευδῶς θεοὺς, μὴ ὄντας δέ. Γρηγορίου Νύσσησ ἐκ τοῦ κατὰ εὐνομίου. βπ᾿ λόγοσ. Εἰ τοίνυν ἐπὶ πάντων Θεὸς ὁ Σωτῆρ’, οἱ ἀποξενοῦντες αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ κτιστὸν λέγοντες, τι χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος, τὴν Θεὸς φωνὴν μάτην ὥσπερ τοῖς εἰδώλοις. ὥστε ἣ μὴ δὲ Θεὸν ὁμολογείτωσαν αὐτὸν, οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν Ἰουδαίζοντες. ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι Θεὸν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν. Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Καὶ εἰ μηδὲν τῶν γεγενημένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεός. ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱός. οὐκ ἄρα τῶν γενομένων ἐστίν. εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν· ἔστι δὲ ἐπὶ πάντων Θεός· καὶ

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
