# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.1.2

Ισιδώρου. Πῶς δ' ἃν τοσαῦτα διεβεβαιώσατο, ὡς μέλλων ἀπιστεῖσθαι· εἰ γε εὐτελές τι ἦν καὶ φαῦλον τὸ νενοημένον αὐτῷ; ἐπειδὴ κρεῖττον ἦν ἁπάσης δυνάμεως καὶ ῥώμης ὃ ἔμελλεν εἰπεῖν, πολλοὺς μάρτυρας παρέστησε τοῦ μὴ ψεύδεσθαι καὶ κομπάζειν τὴν ἀλήθειαν· τὸν Χριστὸν, τὸ μὴ ψεύδεσθαι· τὴν συνείδησιν· καὶ τὸ Πνευμα τὸ Ἅγιον τίς ἃν οὑν πιστεύσειεν ὅτι ταπεινόν τι ἐννοῶν καὶ οὐ; εἰς τοσαύτην ἐξηνέχθη διὰ βεβαιώσεως ὑπερβολήν; εἰ δ' ἔτι μικρὸν φρονοῦσι τινὲς, καὶ περὶ γῆν ἰλυσπώμενοι, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλονται, λογιζέσθωσαν τὸν θεοφιλῆ Μωσέα εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτὸν τελοῦντες, πανωλεθρίᾳ παραδοθεῖεν. μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου. ὁ μὲν γὰρ, συναπολέσθαι, ὁ δὲ, ἀπολέσθαι, ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο. ἀπὸ δὲ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι. Ἡ Ῥεβέκκα ἀποστολικὴν, ὡς ἄν τις εἴποι, ἔχουσα μεγαλοψυχίαν, εἵλετο κατάραν ὑποστῆναι, ἵν ὁ παῖς εὐλογίαν κληρονομήσῃ. καὶ τῶν μὲν ἀγαθῶν, ἐκείνῳ παρεχώρει, οὐ γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ, αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν. ἔφη γὰρ τῷ παιδὶ ἀναδυομένῳ καὶ δεδοικότι· “ἐπ’ ἐμὲ ἡ κατάρα σου “τέκνον.” μόνον μὴ διαφθείρῃς τὸ κατασκευασθὲν ὑπ’ ἐμοῦ δρᾶμα, μὴ δὲ προδῷς τὸν θησαυρόν. εἰ τοίνυν γυνὴ, μὴ δὲ ἀνδρὸς ἔχουσα δύναμιν, μὴ δὲ μεγαλοψυχίαν, εἵλετο καταρθῆναι, ἵνα ἄλλος εὐλογηθῇ· ὁ τοσοῦτος καὶ τηλικοῦτος Ἀπόστολος, οὐκ ἃν ηὔξατο τι τοιοῦτον παθεῖν, ἵνα Ἰουδαῖοι πιστεύσωσι, καὶ μὴ δόξη βλασφημεῖσθαι ὁ Θεός· ἄλλοις μὲν ἐπαγγειλάμενος· ἄλλους δὲ εἰς τοσαύτην ἀξίαν ἀγαγών; πάνυ μὲν οὖν. ταῦτα δὲ ἔλεγεν· οὐχ ὡς τῷ ὄντι τῆς ἐπαγγελίας διαπεσούσης· ἔφη γὰρ, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ “λόγος τοῦ Θεοῦ,” ὁ πρὸς τοὺς πατέρας δηλονότι γεγενημένος. ἐξέβη γὰρ ἡ ἐπαγγελία, ἐν τοῖς ἐξ αὐτῶν πιστεύσασι· καὶ ἐν τοῖς ὁμοίοις τοῦ Ἰσαὰκ διὰ τοῦ βαπτίσματος ἐξ ἐθνῶν τεχθεῖσι. καὶ τοῦτο ἐγγυᾶται ὁ τῶν Ἀποστόλων κορυφαῖος Πέτρος, λέγων, “ταύτην τὴν ἐπαγγελίαν ἐκπεπλήρωκεν ὁ Θεὸς τοῖς τέκνοις αὐ- “τῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν.” οὐ τοίνυν ὡς διαπεσούσης τῆς ἐπαγγελίας τοῦτο ἔφη, ἀλλ’ ἵνα δείξη τὸ ἀκάθεκτον ἑαυτοῦ περὶ τὸν τοῦ Χριστοῦ πόθον.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
