# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.3

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.1.3

Κυρίλλου. Πάλιν δὲ ἄνωθεν καθ’ ἑτέραν ἐπιβολὴν περὶ τῶν εἰρημένων εἴπωμεν. ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν σραήλ· καὶ δὴ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταί· καὶ τὸ, ἔτι τούτων ἐπέκεινα, κυριοκτόνοι. ταύτῃ διολώλασι· γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι. καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ’ν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν. πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργός· καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἄνω τὲ καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ, καὶ τῶν δαιμονίων θεραπευτὰς, κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων, μονονουχὶ κειμένοις καὶ ἐναλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶ, “ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ “ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληρὰς τὲ τὰς ἐπὶ τούτῳ δίκας ἀνατλῆναι λοιπὸν, ἐπιστυγνάσειεν ἄν τις. καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου. μᾶλλον δὲ τῆς ἀγάπης ἔχει τὴν πλήρωσιν. τὸ δὲ δὴ καὶ ὑπὲρ αὐτῶν θέλειν ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῆς ἀγάπης λοιπόν. οὐ γὰρ ἂν ἕλοιτό τις, εἶπέρ ἐστιν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ. καὶ ποιεῖσθαι μὲν παρ’ οὐδὲν τὴν αὐτοῦ ζωὴν, ἑτέροις γε μὴν τὸ χρῆμα ἐνεῖναι ἑλέσθαι. τί οὖν ἄρα φησὶν, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “ηὐχόμην γάρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι· εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἃν αὐτὸς ἐγὼ, ὁ πᾶσι 'διακηρύττων, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ,” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν, σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ιουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτῃ τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων, “εἴτε γὰρ ἐξέστημεν Θεῷ· εἴτε σωφρονοῦμεν “ὑμῖν.” οὐκοῦν ἑλοίμην ἃν ἔγωγε καὶ μάλα προθύμως, φησὶ, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
