Ancient Greek
Chapter 9, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.4
Not analysed yet
Σευηριανοῦ. τὴν ὑπερβολὴν οὖν τοῦ εἰς Χριστὸν ἐνδεικνύμενος φίλτρου, τοῦτο φησίν. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ ἡττημένου. Καὶ τολμήσας τι μεῖζον ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολμήσω τί καὶ αὐτὸς οὕτω λέγων, ἀντεισαχθῆναι τούτους ἑαυτοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. ὣ τῆς μεγαλονοίας. ὣ τῆς τοῦ πνεύματος ζέσεως. Χριστὸν τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν. τὸν τὰς ἀσθενείας ἡμῶν λαβόντα καὶ τὰς νόσους βαστάσαντα. ἣ τό γε μετριώτερον εἰπεῖν, παθεῖν τί ὑπὲρ αὐτῶν· καὶ ὡς ἀσεβὴς δέχεται πρῶτον ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.