# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.6

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.1.6

Φωτίου. Ἀλλὰ πῶς φησιν, ὃν οὐδὲν χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὗτος ὑπὲρ συγγενῶν ἐπιζητεῖ καὶ εὔχεται τούτου χωρισθῆναι; οὐκ ἔστιν ἐναντία ταῦτα, ἀλλὰ καὶ μᾶλλον συνᾴδει. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. “ἐν τούτῳ “γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην “ἔχητε πρὸς ἀλλήλους.” ναί φησιν· ἀλλ’ ἐνταῦθα προκρίνει τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τοῦ πλησίον. ἀλλὰ τὸ φιλεῖν ἐκείνους, τὸ οἰκειῶσαι τῷ Χριστῷ ἐστι. δείκνυσι γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. οὕτω γὰρ ἃν νοοῖτο τὸ ῥητόν. εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας, δοξασθῆναι τὸν Χριστὸν, καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἃν παρῃτησάμην. ἄλλως τε οὐ δὲ λέγει ἀνάθεμα γενέσθαι. τουτέστιν, ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι· τοῦτο γὰρ ἀπευκτότατον· ἀλλὰ ἀνάθεμα εἰναι. τουτέστι, κεχωρισμένον ἔτι εἶναι, καὶ μήπω τῷ Χριστῷ προσελθεῖν, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι· εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει. μὴ γὰρ ὅτι προσῆλθον τῷ Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προκαλεῖσθαι νομίσητε, φησίν. καὶ πρὸ ἐμοῦ ὑμᾶς ἠβουλόμην προσδραμεῖν αὐτῷ. Ἀλλὰ φέρε καὶ αὖθις ἄνωθεν τήν τε ἀκολουθίαν τῶν εἰρημένων καταμάθωμεν· καὶ αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
