Ancient Greek
Chapter 9, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.7
Not analysed yet
Θεοδωρήτου. Ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος περὶ τὰς ἀρχὰς τῆς ἐπιστολῆς, ὡς ἀναγκαία καὶ τῶν ἀρρήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις. Ἰουδαίους τὲ γὰρ ἤλεγξεν, ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγενημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβάντας ’τον νόμον. καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ πίστεως σωτηρίαν ὑπέδειξεν. ἵνα μήτε Ἰουδαῖοι δυσχεραίνωσι κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες· μήτε μὴν οἱ περὶ τὴν παλαιὰν ἀπεχθῶς διακείμενοι αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκο- φαντίαν λάβωσιν. ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον· καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. ἐπεὶ δὲ πάλιν Ἰουδαῖοι τὸν πατριάρχην Ἁβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύειν τῶν Ἀποστόλων τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπόσχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προφέρει τοὺς λόγους. καὶ σοφῶς ἄγαν διαλύει, καὶ γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος. καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. μέλλων μέντοι τῆς Ἰουδαίων ἀπιστίας κατηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. εἰπὼν δὲ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, ὤφειλε μὲν προσθεῖναι διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν ἣ ἀπιστίαν. φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα. τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διάνοιαν. σφόδρα δὲ ἁρμοζόντως παρενέθηκε, καὶ τὸ, “αὐτὸς ἐγώ.” τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς πρὸς τὸν χριστὸν εἰρημένων, ἀναμιμνήσκων. καὶ μονονουχὶ λέγων, ὅτι ἐγὼ ὃν οὐδὲν χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἃν ἐχωρίσθην αὐτοῦ. δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ διὰ τὸν περὶ ἐκεῖνον ἔρωτά τε καὶ πόθον, ταῦτα εἴρηκε· πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπασίως δεχομένους τὸ κήρυγμα.