Ancient Greek
Chapter 9, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.1.9
Not analysed yet
Θεοδωρήτου. “Οἵ τινες,” φησὶν, “Ἰσραηλῖται εἰσίν.” ἦν γὰρ καὶ τοῦτο τὸ ὄνομα μέγα καὶ πολυθρύλλητον. ἐπιτεθὲν μὲν παρὰ τοῦ Θεοῦ τῷ προπάτορι· καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. “ὧν ἡ υἱοθεσία·” “υἱὸς γάρ,” φησιν, “πρωτό- “τόκος μου Ἰσραήλ.” “καὶ ἡ δόξα·” περιφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. “καὶ αἱ διαθῆκαι.” οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. “θήσομαι “γὰρ,” φησὶν, “τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν “διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.” ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν. “καὶ ἡ νομοθεσία.” αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. “καἰ ἡ λατρεία.” τῶν γὰρ ἄλλων ἐθνῶν αὐτοὺς προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. “καὶ αἱ “ἐπαγγελίαι.” αἵτε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προφητῶν προενηνεγμέναι. “ὧν οἱ πα- “τέρες” οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι. ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. εἶτα τελευταῖον τέθεικε τὸ μεῖζον τῶν ἀγαθῶν. “καὶ ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ σάρκα προσθήκη παραδηλῶσαι τοῦ Χριστοῦ τὴν θεότητα· ὁ δὲ, προστέθεικε τὸ, “ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς “αἰῶνας. ἀμήν.” καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον· ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεός· αὐτοὶ δὲ τῆς συγγενείας ταύτης ἐξέπεσον.