# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.10.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.10.2

Κυρίλλου. Ἀλλὰ ταῦτα μὲν οὕτως. ἰστέον μέντοι, ὡς ἐν τῷ, “οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα,” συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπός. ἀπήρτηται δὲ μᾶλλον· καὶ δεῖται βραχείας τινὸς ἐπαγωγῆς, ἤγουν τῶν προσυπακουομένων· ἵνα μὴ σκάζων ὁρῷτο. ἔστι δὲ ὁ φημὶ τοιοῦτον. προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἀβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς ταῦτα αὐτῷ καταλογισθεῖεν ἃν καὶ εἰς σπέρμα. πρέποι δ ἃν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πί- στεως καὶ ἐπαγγελίας. ε7τα δέχεται τὴν Ῥεβέκκαν, καὶ τὰ ἐπ’ αὐτῇ γεγονότα, καὶ φησὶν, “οὐ μόνον δέ.” τουτέστιν, οὐ μέχρι δὲ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος. “ἀλλὰ γὰρ “καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. ’ καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν· ἢ γοῦν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς καὶ ἐκλογὴν τὲ καὶ πρόγνωσιν κλήσεως τε καὶ χάριτος. ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἃν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι ὁ λόγος. ἀλλ’ οὐκ οἶδα πῶς τοῦτο παρεὶς, ἐπ’ αὐτὰ κεχώρηκεν εὐθὺς, τὰ ἐπὶ τῇ γεννήσει τῶν ἐξ Iσαὰκ εἰρη- μένα καὶ πεπραγμένα·

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
