Ancient Greek
Chapter 9, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.1.1
Not analysed yet
Χρυσοστόμου. Ὥσπερ φησὶν ἐπὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὐκ ἔχει τις εἰπεῖν ἀδικίαν τὸ γεγονὸς, οὕτως οὐδὲ ἐφ’ ἡμῶν καὶ τῶν Ἰουδαίων. εἶτα ἐπάγει ἕτερον τούτου σαφέστερον. ποῖον δὴ τοῦτο; τῷ γὰρ Μωϋσῇ λελάληκεν ὁ Θεὸς, “ἐλεήσω ὃν ἃν ἐλεῶ, “καὶ οἰκτειρήσω, ὃν ἃν οἰκτείρω.” καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν. διὰ μέσου διακόπτων αὐτὴν καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι μείζων δουλεύσει πρὸ τῆς ὠδῖνος x. τί οὖν; μὴ ἄδικος ὁ Θεός; μὴ γένοιτο. οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς. ἐκεῖ μὲν γὰρ, κἂν ἡ ἀρετὴ, καὶ ἡ κακία διέκρινεν, ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα πάντων ἦν Ἰουδαίων, τὸ τῆς μοσχοποιΐας. καὶ ὅς, οἱ μὲν, ἐκολάσθησαν· οἱ δὲ, οὔ. διὸ καὶ ἔλεγεν, ἐλεήσω ὃν ἃν ἐλεῶ. οὐ γὰρ σόν ἐστιν, εἰδέναι, φησὶ, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας. ἐμοὶ παραχώρει τούτου. εἰ δὲ Μωϋσέος οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε. τῷ γὰρ Μωϋσῇ φησιν λέγει. ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων. “ἄρα “οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος “Θεοῦ· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξή- “γειρά σε. ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. καὶ ὅπως “διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.” ὥσπερ γὰρ ἐκεῖ, φησιν, οἱ μὲν, ἐσώθησαν. οἱ δὲ, ἐκολάσθησαν. οὕτω καὶ ἐνταῦθα, οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. εἶτα πάλιν ἀντίθεσιν ἐπάγει. “ἄρα οὖν “ὃν ἂν θέλῃ ἐλεεῖ. ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοί, τι ἔτι “μέμφεται; τῷ γὰρ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκεν;” Ορᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον. καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει. συμφερόντως τοῦτο ποιῶν. ἀλλ’ ἐπιστομίζει πρῶτα τὸν ζητοῦντα, λέγων οὕτως. “μενοῦν γε, ὦ “ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;” ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ· καὶ καταλεάνῃ αὐτοῦ τὴν γνώμην, τότε μετὰ πολλῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσει τὸ λεγόμενον. καὶ οὐ λέγει ὅτι ἀδύνατον τὰ τοιαῦτα λύειν, ἀλλ’ ὅτι παράνομον τὰ τοιαῦτα ζητεῖν. δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ γινομένοις, καὶ μὴ περιεργάζεσθαι, κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν. διὸ φησίν· “σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; εἶδες πῶς ἐξηυτέλισε· πῶς κατήνεγκε τὸ φύσημα; σὺ τίς τίς εἶ; κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ. πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν, οὐδὲ εἶναί τι δύνασαι· οὐ τόδε ἣ τόδε, ἀλλ’ οὐδὲ εἶναί τι. τοῦ γὰρ εἰπεῖν οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν τίς οὐδαμινώτερον. καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῆ ἐρωτήσει. καὶ οὐκ εἶπε, σὺ τίς εἶ, ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ’ “ὁ ἀνταποκρινόμενος.” τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος. τὸ γὰρ εἰπεῖν ὅτι οὕτως ἔδει, καὶ οὐχ οὕτως ἔδει, ἀνταποκρινομενου ἐστιν.