# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.2.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.14.2.1

Κυρίλλου. Ἐπειδὴ τοίνυν εἰκὸς ἦν τῶν φιλεγκλημόνων οἴεσθαι τινὰς ῥοπῆς θελημάτων ἀβασανίστου τυχὸν τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ· καὶ τὸν μὲν, ἠγαπῆσθαι, ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ, μισεῖσθαι, προαναιρῶν ἀναγκαίως ὁ Ἀπόστολος, ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πὼς ἀνθιστάς. εἰ γὰρ δή, φησι, καὶ πρίν τι δράσαι τὰ βρέφη, ὁ μὲν, τῆς ἀγάπης ἠξίωται, ὁ δὲ, μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που καὶ ἄδικος ὁ Θεός. εἶτα πῶς, φησιν, τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τίς ἃν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν· καὶ ῥοπῆς εἰκαίας, καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι, τὰ ἐπ’ ἀμφοῖν ὡρισμένα. ἐπειδὴ δὲ σκαιὸς μὲν λίαν ἦν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἃν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐ χαριζομένη καὶ πρὸ καιροῦ, τῷ μὲν ἀγαθῷ τοὺς τρόπους, τὸ ἀγαπᾶσθαι, τῷ δὲ μὴ τοιούτῳ, τὸ κατακρίνεσθαι. ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν, χαλεπὸν οὐδέν. ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ’ ἐκλογὴν χάριτος, καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃ τοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνης Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαάκ. ὡς εἷς τὲ καὶ μόνος ὑπάρχων ἐξ Ἀβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας, ὡς καὶ ἐν πίστει κληρωθησομένων. εἰ δὲ δὴ κατὰ γνῶσιν, οὓς ἃν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει· ἔφη γάρ που πρὸς Μωσέα, “ καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω,” πῶς οὐχ ἁπάσης διαβολῆς τυχὸν ἐκτὸς ἔσται τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ Ἀπόστολος, ὡς τάχα που οἰήσονται τινὲς νεύμασι τοῖς θείοις, τοὺς μὲν, εἶναι ἀγαθοὺς, τοὺς δὲ, ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας, καὶ φησὶν, “ ἄρα “ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” εἰ γὰρ μεμίσηται μὲν ὁ Ἡσαῦ, καὶ πρίν τι δράσαι τῶν φαύλων· τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακώβ. ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἣ θέλων; τουτέστιν, ὁ δράσαι τί τῶν ἀγαθῶν προθυμούμενος. ἀπήρτηται δὲ πάντα τὰ καθ’ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων. εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν· καὶ φησὶν, “ λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε. ὅπως ἐνδείξω- “ μαι ἐν σοὶ τὴν δύναμίν μου.” προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος, καὶ φησίν. “ ἄρα οὖν ὃν “ ἂν θέλῃ ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι τί ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε;” Τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ’ ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν. πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ. διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ. κατοικτείρει γὰρ καὶ ἐλεεῖ τοὺς οἷς ἃν ἁρμόσῃ τὸ ἐλεεῖσθαι δεῖν. ὑποφέρει δὲ δίκαις οὐκ εὐθὺς καὶ κατὰ πόδας τῶν αἰτιαμάτων τὰς τιμωρίας· προλαβούσης μᾶλλον μακρᾶς ἀνεξικακίας. ὡς οἴεσθαι που τινὰς καὶ ἀφειδῆσαι μᾶλλον τῶν ἐπὶ γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα λέγουσιν ἀντανίσταται· τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ φημὶ καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων, “ ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ “ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ, ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, “ τί με ἐποίησας οὕτως ;” ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν. εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναδήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τό γε κρίνειν ἕκαστα, καθ’ ὃν αὐτὸς εἰδείη τρόπον. ἐνδοιάσει δὲ κατ’ οὐδὲν ὡς ἔστιν ὅσιον, ὅπερ ἃν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ’ ἐξουσίας τὰ ἐφ’ ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν, πότερα καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ. οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως;~ Ἀλλ’ ἴσως καὶ πρός γε τοῦτο τινὲς ἐκεῖνο φασίν· εἰ κεραμέως δίκην καθ’ ὃν ἃν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν, εἰς τιμὴν ποιῆσαι σκεῦος. τὸ δὲ, εἰς ἀτιμίαν· πῶς οὐχ ἁπαστισοῦν ἀναπείθει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τὲ καὶ πάντως τοιοῦτον ἔχειν ’τον τρόπον, καθ’ ὂν καὶ πεποίηται. ὥστε ο μὲν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο. πεποίηται δέ τις ἕτερος, ἤγουν ἐξεγήγερται σκληρός· ἵνα, ὡς αὐτὸς φησὶν, διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ. ποία τοίνυν ἐστὶ τοῖς πταίουσιν ἡ γραφή. γεγόνασι γὰρ εἰς τοῦτο. πρὸς δὴ τὰ τοιαῦτα φαίη τίς ἃν, ὅτι μάλιστα μὲν οὐκ ἃν ἔχοιεν εἰπεῖν, ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν. οὐ γὰρ ἔφη πεποιῆσθαι τινὰς ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη ἀτιμίας· οὐδὲ φύσει αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως. ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονται τινὲς οἷά περ σκεύη κεραμεικά· ἃ μὲν εἰς τιμήν· ἃ δὲ εἰς ἀτιμίαν. καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ὑμῖν πεποίηται λόγων. τίνα οὖν τρόπον ἄρα διαπλάττονται τινες οἷά περ ἐκ κεραμέως, οἱ μὲν, εἰς τιμήν· οἱ δὲ, εἰς ἀτιμίαν, καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τίς ἃν, τοῖς Ἱερεμίου λόγοις ἐντυχών. γέγραπται δὲ οὕτως· “ ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ “ κεραμέως· καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. καὶ κατέβην εἰς “ τὸν οἶκον τοῦ κεραμέως. καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν “ λίθων. καὶ ἔπαισε x τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν “ αὐτοῦ. καὶ πάλιν αὐτὸς ἐποίει ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν “ αὐτῷ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων, εἰ “ ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος “ Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ, ἐν ταῖς χερσί “ μου. πέρας λαλήσω ἐπὶ ἔθνος ἣ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐ- “ τούς. καὶ ἐπιστρέψουσι τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν “ αὐτοῦ. καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς. Ὁρᾷς πῶς πλάττονται τινὲς εἰς τιμὴν τὲ καὶ ἀτιμίαν; οὐ φύσιν λαχόντες τὴν ὦδε πεποιημένην, ἀλλ’ οἷς δράσειαν τὴν ἰσοπάλη καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζοι τῶν ὅλων ὁ ποιητὴς, τὸν ἐκ τρόπων ἀγαθῶν πρὸς τὰ αἰσχίω μεταφοιτῶντα· καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω, τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἥκιστα μὲν κατὰ φύσιν γεγόνασι φαῦλοι τινὲς, ἤγουν διαπλάττονται δι’ αὐτοῦ. σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας; ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠρρωστήκασι τὴν εἰς τὰ φαῦλα τιμήν. ἀλλ’ ἐσκλήρυνε, φησὶν, αὐτὸς τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτὸν, “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε· “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.” οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς, καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, “ τί ἔτι μέμφεται; τῷ γὰρ “ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε ;” πῶς δ’ ἃν γέγονεν ἀγαθὸς παρ’ αὐτοῦ σκλυρυνόμενος; τί οὑν ἔχομεν πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἃν γένοιτο τῶν φαύλων δημιουργὸς, πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον, καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ ἢν καθ’ ἡμᾶς, ἣ τῆς θείας ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ τοιοῦτον· ἣ εἰ τοῦτο πεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ’ αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα. οὕτω γὰρ τὴν προβλεπεστάτην ἀποκρούσονται δόξαν. τὸ δὲ “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε,” πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει, οὐ τὸ, ἔκτισα ἣ δεδημιούργκα· κέκληκα δὲ μᾶλλον, εἰς τὸ θελῆσαι δεῖν ἀντιπράττειν ἐμοί· καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
