# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.5

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.14.5

Χρυσοστόμου. Καὶ ὅταν οὖν λέγῃ ὁ Ἀπόστολος, “ μὴ, ἐρεῖ “ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει· ἀλλὰ δείκνυσι πόσου μέχρι δεῖ πείθεσθαι τῷ Θεῷ. εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. οὐ γὰρ δὴ μόνον ἀντιλέγειν οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ’ οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν· ἀλλ’ ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπου περ ἃν ἐκεῖνος ἐθέλοι. εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν· οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν· ἀλλ’ εἰς τὴν ἐπιτεταμένην ὑπακοὴν καὶ σιγήν. καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὃ παρήχθησαν, τὸ λοιπὸν ἅπαν ἐᾶν. ὥσπερ οὖν ὅταν λέγῃ “ ἀναπε- “ σῶν ἐκοιμήθη ὡς λέων.” τὸ ἄμαχον καὶ φοβερὸν ἐκλαμβάνει, οὐ τὸ θηριῶδες, οὐδ’ ἄλλο τι τῶν τῷ λέοντι προσόντων. καὶ πάλιν ὅταν λέγῃ, “ ἀπαντήσομαι αὐτοὺς ὡς ἄρκτος ἀπορουμένη,” τὸ τιμωρητικόν. καὶ ὅταν λέγῃ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον,” τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως λέγει. οὕτω καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. καὶ ὅταν δὲ λέγῃ “ ἣ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ “ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ “ εἰς ἀτιμίαν ” μὴ εἰς δημιουργίας λόγον ταῦτα νόμιζε εἰρῆσθαι τῷ Παύλῳ, μὴ δὲ εἰς γνώμης ἀνάγκην, ἀλλ’ εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἀλλὰ περὶ γνώμης τῶν ἀγαθῶν καὶ οὐ τοιούτων, ἔσται ὁ αὐτὸς δημιουργὸς τούτων, καὶ ὁ ἄνθρωπος, πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος αὐτὸς ἑαυτῷ μαχόμενος, ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. οὐδὲν τοίνυν ἐνταῦθα ἕτερον κατασκευάσαι βούλεται, ἣ ὅτι ὥσπερ ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων, τοὺς μὲν, κολάζοντα, τοὺς δὲ, τιμῶντα, μὴ περιεργάζου, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν. καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ του κεραμέως, οὐτῶ καὶ σὺ τῇ γνώμῃ του οἰκονομοῦντος ταύτα· καὶ μὴ ἐπειδὴ τὸ αὐτὸ φύραμα τῆς οὐσίας ἡμῶν ἐστι, καὶ τὰς αὐτὰς προαιρέσεις πάντων εἶναι ἀξίου. οὐδὲ γὰρ ἐπὶ τοῦ κερα- μέως, ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον· ἀλλὰ ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων. ὥσπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
