# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.6.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.14.6.1

Οἰκουμενίου. Ἐν δὲ τῶ, “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύ- “ ναμίν μου πᾶσαν,” δύναμιν τοῦ Θεοῦ, τὴν μακροθυμίαν ἀπέδωκέ τις. τι γὰρ οὐκ ἃν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ Θεοῦ. φησὶν οὖν, εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαι σε, ὅπως δειχθῇ, πῶς εἰμὶ μακρόθυμος. Γρηγορίου Νύσσησ. Τὸ δέ γε ἐσκληρύνθαι παρὰ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, νοητέον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ’ ὡς τῆς προαιρέσεως, διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως, τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον, οὐ δεχομένης. Θεοδωρήτου Ἐκ Τῶν Εἰσ Τὴν Ἔσοδον. Μάλα μὲν γὰρ ῥᾴδιον ἦν τῷ Θεῷ, μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπαγαγεῖν. ἀλλὰ ἀφράστῳ κεχρημένος μακροθυμίᾳ, μετρίας αὐτῷ παιδαγωγίας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν. οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ἐξ ἡμῶν αὐτῶν γίνεται, μάρτυς ὁ θεῖος Ἀπόστολος λέγων, “ τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε “ ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, “ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.” κἀκεῖνο δὲ σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραὼ, οὐκ ἃν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε. νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον. ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ, ἠντιβόλει τὸν νομοθέτην, “ προσεύξασθε,” λέγων, “ περὶ ἐμοῦ.” καὶ πάλιν, “ ὁ Κύριος δίκαιος· ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.” τῆς δὲ τιμωρίας παυομένης, ἐβαρύνετο καὶ ἐσκληρύνετο. ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον λύσωμεν· ὁ ἥλιος τῆ τῆς θέρμης ἐνεργείᾳ, τὸν μὲν κηρὸν, ὑγραίνει, τὸν δὲ πηλὸν ξηραί καὶ τὸν μὲν, μαλάττει, τὸν δὲ, σκληρύνει. ὥσπερ τοίνυν οὗτος, τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ· οὕτως τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν, ὠφέλειαν, οἱ δὲ, βλάβην καρποῦνται. καὶ οἱ μὲν, μαλάττονται, οἱ δὲ, σκληρύνονται. ὥσπερ δὲ οἱ ἰατροὶ, τοὺς ἀνηκέστως διακειμένους, πολλῶν παρόντων τέμνουσιν· οὐκ ἐκείνοις ἐπικουροῦντες, ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον· ἀλλὰ τοὺς φοιτητὰς ’τον τῆς ἰατρείας διδάσκοντες τρόπον. οὐτῶ καὶ ’τον Φαραὼ, ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ, ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός. πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν· καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐνδίκως. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ. “ ἕνεκεν τούτου διετηρήθη· ἵνα “ ἐνδείξωμαι ἔν σοι τὴν ἰσχύν μου. καὶ ὅπως διαγγελῇ τὸ ὄνομά “ μου ἔν πάσῃ τῇ γῇ.” Βασιλείου ἐκ ἐκ τοῦ ὅτι οὐκ ἔστιν αίτιοσ Θεός. Ἐσκλήρυνεν οὖν αὐτὸν τῇ μακροθυμίᾳ, καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ· ἐπιτείνων αὐτοῦ τὴν κακίαν· ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ’ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. διὰ τοῦτο ὑπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς, καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον· ἀλλ’ εὕρισκεν αὐτὸν κα τῆς ἀνοχῆς καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελητήσαντα. Ὠριγένουσ ἐκ τῶν ἐκλογῶν. τὸ δὲ “ σὺ τίς εἶ ὁ ἀνταποκρι- “ νόμενος τῷ Θεῷ,” τάχα διδάσκει, ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν, ὡς πιστὸς καὶ εὖ βιοὺς, οὐκ ἂν ἀκοῦσαι, “ σὺ δὲ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ὁποῖος ἦν Μώσης. γὰρ ἐλάλει, “ ὁ δὲ Θεὸς ἀπεκρίνατο φωνῇ.” καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς, ἣ περὶ τούτων οὐ κατὰ φιλομάθειαν, ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν, καὶ διὰ τοῦτο λέγων, “ τι ἔτι μέμφεται ; τῷ γὰρ θελή- “ ματι αὐτοῦ τίς ἀνθέστηκεν ;” οὗτος ἃν ἄξιος εἴη τῆς τῆς λεγούσης, “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
