Ancient Greek
Chapter 9, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.14.7
Not analysed yet
Γενναδίου. Ἕτερος δὲ τοῦτο οὕτως ἑρμήνευσεν. ἐρωτᾷς με, “τίς ἀνθέστηκεν αὐτοῦ τῷ βουλήματι ;” ἐγὼ δέ σοι λέγω, σὺ πρὸ πάντων, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ. τίς μὲν γὰρ εἶ που πάντως· καὶ οὐκ ἃν οὐδεὶς εἶναι ποτὲ καταδέξαιο. ἀντιλέγων δὲ Θεῷ, πῶς οὐκ ἀνθέστηκας ; οὐκοῦν τοῖς αὐτοῦ λόγοις ἑάλως· καὶ οἷς ἀρνῇ, τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν. καὶ σαυτοῦ, πρὸ ἐμοῦ κατήγορος γέγονας. ζητεῖς μὲν γὰρ, τίς ἀνθέστηκε ; τίς δὲ ὑπάρχεις αὐτός ; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδεὶς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῆ τὸν Θεόν. εἰ δὲ εἶ τίς, κἂν μυριάκις ἀρνοῖο, δίκαιος ὁ Θεὸς ἀποδέδεικται. καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο καὶ πρὸς σὲ, φίλτατέ μοι Πέτρε, βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς Ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαι τινές· εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι. οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν ἐναντίων προβλήματα, τὸ “μενοῦνγε ὦτ’ ἄνθρωπε, σὺ τίς “εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ,” ἔφησαν εἰρηκέναι, ἀλλ’ ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα, καὶ μονονοὺ βεβαιοῦντα τὸ τῷ Θεῷ παρ’ ἐκείνων ἐπαγόμενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας χρηστοῦ τοῦ Θεοῦ προτεινόμενος, ἐπιστομίζει τὸν ἀντιλέγοντα· τῷ ἐκείνου λόγῳ συντρέχων, σαφῶς ἐλέγχεται συνομολογεῖν οὐ δικαίως, ἀλλ’ αὐθεντίᾳ τὸν Θεὸν τὰ ἀνθρώπινα πράττειν. τοῖς δὲ, προσήκειν ἡσυχῆ στέργειν ὅπως ἃν ἔχοι τὰ κατ’ αὐτούς· ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων πλαττομένοις σκεύεσιν· οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουργήσαντα φαύλους· εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ Ἀπόστολος ἠπίστατο μὴ δυνάμενος, κατὰ τὸν λόγον ἐκείνων, ἀπαντῆσαι ταῖς προτάσεσι ταύταις, οὐκ ἃν αὐτὰς προὐβάλετο τὰς ἀρχάς. οὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδύνατο· οὐδ’ ἃν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο. καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα προῃρημένος συνιστᾶν. τοῦτο γὰρ οὐδ’ ἃν ἔπαθεν ὁ πάντων εὐηθέστερος. ἀλλ’ οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δὲ οἶμαι Χριστῷ καὶ τῇ ἀληθείᾳ συνηγορῶν, οὐδεμίαν τοῖς ἐναντίοις ὑπελείπετο πρόφασιν. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν ἀντιθέσεων, οὕτω καὶ ταύτης ἰσχυροτέραν ἐποιήσατο τὴν ἀναίρεσιν. καὶ τῶν βλασφήμων ἀπορράψας τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς. τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ, ἐρεῖ, φησὶν, τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; οὕτω μέν, φησιν, αὐτὸς ὑφ’ ἑαυτοῦ διηλέγχθης. ἀνθιστάμενος δὲ ἐγκαλεῖς Θεῷ, καὶ λέγεις “τί ἔτι μέμφεται ;” ταῦτα ταῦτα τοῦτο, “τῷ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν, ἀντειπὼν, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν ῥήσεων τὸν σκοπόν. ὣν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάνθρωπος· ἐν δὲ τῇ πρὸς τὸν Φαραὼ, τιμωρητικὸς ὁ Θεός ***