Ancient Greek
Chapter 9, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.22.1.1
Not analysed yet
Τοῦ Χρυσοστόμου. Ἐπιστομίσας τὴν ἄκαιρον τῶν ἀντιλεγόντων φιλονεικίαν, μετὰ τῆς προσηκούσης ὑπερβολῆς, ἐπάγει λοιπὸν καὶ τὴν λύσιν. τίς οὖν ἡ λύσις ; σκεῦος ὀργῆς ἦν Φαραώ· τουτέστιν ἄνθρωπος, τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων, διὰ τῆς οἰκείας σκληρότητος. πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμενε. διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ “κατηρτισμένον εἰς ἀπώλειαν.” τουτέστιν, ἀπηρτισμένον· οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ. οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν ἡκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ· βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. ἐπεὶ δὲ οὐκ ἐθέλησεν ἐκεῖνος εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλὰ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν· διὰ τῆς εἰς ἐκεῖνον κολάσεως, ἑτέρους σπουδαιοτέρους ποιῶν· καὶ τὴν δύναμιν αὐτοῦ, ταύτῃ δεικνύς. Ὁτι δὲ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίσαι τὸ δυνατόν· ἀλλὰ δι’ ὧν εὐεργετεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. ἀλλ’ ἐπειδὴ ἐμακροθύμησε μὲν, εἰς μετάνοιαν ἵνα ἀγάγῃ· οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον· ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδάναι ἀπὸ τῆς πολλῆς μακροθυμίας. ὥσπερ οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὐτοῦ τὴν δύναμιν· οὐτῶ τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὐτοῦ τὴν φιλανθρωπίαν. ἀλλ’ οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν. δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ· καὶ τοῦτο πρὸ τῶν ἄλλων ἐσπούδακεν. ὅταν δὲ λέγῃ “ἃ προητοίμασεν “εἰς δόξαν,” τοῦ Θεοῦ τὸ πᾶν εἶναι φησί. ἐπεὶ δὲ τοῦτο ἦν, οὐδὲν ἐκώλυεν ἁπάντας σώζεσθαι. ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσιν· ἀναιρεῖ τὲ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν. καὶ οὐ μικρὰν ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε. διόπερ οὐ λέγει τὰ ἔθνη πάντα, ἀλλ’ “ἐξ ἐθνῶν.” οὐδὲ Ἰουδαίους πάντας, ἀλλὰ “τοὺς ἀπὸ Ἰουδαίων. ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν, ἀπὸ τῆς οἰκείας παρανομίας, οὕτω καὶ οὗτοι σκεύη ἐλέους, ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. εἰ γὰρ καὶ τὸ πλεῖστον ἐστὶ τοῦ Θεοῦ, ἀλλ’ ὅμως καὶ αὐτοὶ y συνεισηνέγκαμεν. διὸ οὐδὲ εἶπε σκεύη κατορθωμάτων, οὐδὲ σκεύη παρρησίας, ἀλλὰ “σκεύη ἐλέους.” δεικνὺς, ὅτι τὸ πᾶν ἐστὶ τοῦ Θεοῦ. καὶ γὰρ τὸ, “οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος,” εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ’ ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, ἀπορίαν οὐδεμίαν φέρει. ὅταν γὰρ εἴπῃ, “οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος,” οὐ τὴν ἐξουσίαν ἀναιρεῖ· ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ἔδει μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν· θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ. Καὶ καλῶς εἶπεν “ἃ προητοίμασεν εἰς δόξαν.” ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν· καὶ καταισχύνειν αὐτοὺς ’νόμιζον· ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. εἰ γὰρ τῷ Θεῷ δόξαν τὸ πρᾶγμα ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις. δι’ ὧν καὶ ὁ Θεὸς ἐδοξάσθη. σκόπει δὲ αὐτοῦ σοφίαν ἄφατον. δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ’ ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. καὶ πεῖσαι μηκέτι διαπορεῖν. εἰ καὶ ἐξ ἐθνῶν τινὲς ἐσώθησαν, Ἰουδαίων ἀπολομένων. ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἐπίδειξιν, ἀπὸ τοῦ βαρβάρου παράγει. ὥστε μὴ ἀναγκασθῆναι αὐτοὺς σκεύη ὀργῆς καλέσαι. τοὺς δὲ ἐλεουμένους, ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. πόθεν οὖν οἱ μὲν, σκεύη ὀργῆς, οἱ δὲ ἐλέους ; ἀπὸ προαιρέσεως οἰκείας. ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὣν, ἐπ’ ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραώ, τε αὐτοῖς μέρος. τῆς γὰρ αὐτῆς μακροθυμίας, καὶ ἐκεῖνοι καὶ οὗτος ἀπήλαυσαν· εἰ δὲ μὴ ἐκεῖνος ἐσώθη, παρὰ την αὐτοῦ γνώμην τὸ πὰν·