# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.22.3

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.22.3

Γενναδίου. Βούλεται τοίνυν ὁ Παῦλος εἰπεῖν ἐν τούτοις, λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωσέα, “ ἐλεήσω ὃν ἂν ἐλεῶ, “ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ πρὸς τὸν Φαραὼ, τὸ, “ εἰς “ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν “ μου.” θέλων γάρ, φησι, ὁ Θεὸς γνώριμον ἅπασι τὴν οἰκείαν ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη- ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου- “ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
