Ancient Greek
Chapter 9, Verse 27
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.1
Not analysed yet
Χρυσοστόμου. Παραγαγὼν τὸν Ὠσηὲ, οὐ τούτῳ ἀρκεῖται μόνῳ· ἀλλὰ καὶ τὸν Ἡσαίαν μετ’ ἐκεῖνον ἄγει, συνῳδὰ τούτῳ φθεγγόμενον. Ἠσαίας γὰρ κράζει φησί· τουτέστι, μετὰ παρρησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταυτὶ προαναφωνῶσι ; τί οὑν κράζει Ἡσαίας; “ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος “τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.” ὁρᾷς ὅτι καὶ ἐκεῖνος οὐ πάντας λέγει σώζεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι ; οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος φησίν· οὐ δυσωπεῖ με τὸ πλῆθος οὕτως ἐκκεχυμένον· ἀλλ’ ἐκείνους σώζω μόνους, τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ’ ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. τί τοίνυν θορυβεῖσθε ὡς τῆς ὑποσχέσεως διαπεσούσης; τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους.