# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.27.10

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.27.10

Θεοδωρήτου. Οὓς τοίνυν ἄνω κατάλειμμα προσηγόρευσε, τούτους ὠνόμασε σπέρμα. δι’ οὓς ὁ προφήτης ἔφη τὰ Σοδόμων καὶ Γομόρρων μὴ παθεῖν Ἰουδαίους· ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν. Κυρίλλου, Διὰ δὲ τούτων δειδίττεται καὶ ἐπιτιμᾷ αὐτοῖς. ὡς εἰ μὴ πάντως τινὲς πιστεύσουσι τῷ Χριστῷ ἀπ’ αὐτῶν, Σοδόμων καὶ Γομόρρας οὐδὲν ἃν διενηνοχότες εἴητε, εἰ καὶ ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἁβραὰμ ἐναβρύνεσθε. ἣ μᾶλλον πρὸς τὸ, ποιήσει τὸν συντετμημένον λόγον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν. εἰ μὴ ἐποίησε, φησὶν, τοῦτο ὁ Κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον, διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἃν ὡς Σόδομα ἐγενήθημεν. τὸ γὰρ σπέρμα, τὸν εὐαγγελικὸν νόμον σημαίνει· ὡς καὶ ὁ Κύριος φησίν· “ ἐξῆλθεν “ ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.” τὸ δὲ ἐγκατέλιπεν, ὅτι οὐ μόνον φησὶ ἔσπειρεν, ἀλλ’ οὐδὲ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑπὸ ἑτέρων τινῶν ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν. ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν, ὥστε ἐγκαταλειφθῆναι ἡμῖν, καὶ εἰς γεωργίαν καὶ καρπὸν προελθεῖν. δύναιο δ᾿ ἃν σπέρμα καὶ τοὺς Ἀποστόλους ἐκλαβεῖν. οἳ ἐκ πάντων τῶν Ἰουδαίων ὡς σπέρμα ἀφαιρεθέντες, τῇ οἰκουμένῃ ἐγκατελείφθησαν. καὶ τὰ ἔθνη πάντα τῆς ἐκκλησίας ἐγεώργησαν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ, καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν ἡμῶν, οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησι, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ ὡς Γόμορρα ἂν ἐγενήθημεν. ἀλλὰ τὸ ἀπὸ Κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ Ἀπόστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες, καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἁβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ’ αὐτῶν ἀληθευούσας καὶ τελειουμένας δεικνύουσιν. Τοῦ Θεοδόγου Ἐκ Τοῦ Περὶ Υἱοῦ Β΄ Λόγος. Ἐγκατέλιπε δὲ σπέρμα, διά τε τὴν αὐτοῦ χάριν καὶ τὴν τῶν καταλειφθέντων εὐγνωμοσύνην. “ Κύριος Σαβαὼθ,” τουτέστι, δυνάμεων ἣ στρατιωτων η κυριευόντων.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
