Ancient Greek
Chapter 9, Verse 30
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.30.1
Not analysed yet
Χρυσοστόμου. Ἡ σαφεστάτη λύσις, ἐνταῦθα λοιπόν. ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων ἔδειξεν· οὐ γὰρ πάντες, φησὶ, οἱ ἐξ Ισραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων τοῦ Ἡσαῦ καὶ τοῦ Ιακώβ, καὶ ἀπὸ τῶν προφητῶν. καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαίου· πρότερον τὴν ἀπορίαν αὐξήσας. καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα. ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε· καὶ μὴ διώκοντα ἐπέτυχε· τουτέστι, μὴ σπουδάσαντα. καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα. καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ σπουδάζων οὐκ ἐπέτυχε. διὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται. οὐδὲ γὰρ εἶπεν ὅτι ἔσχε δικαιοσύνην, ἀλλ’ ὅτι κατέλαβε. τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον, τοῦτό ἐστιν. ὅτι ὁ διώκων, οὐ κατέλαβεν· ὁ δὲ μὴ διώκων, κατέλαβε. καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, διώκων. ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. διὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης. ἀλλὰ δείκνυσι καὶ πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ’ ἑτέραν ὁδὸν, μείζονα πάντες εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως. ὅπερ καὶ ἀνωτέρω ἔλεγεν. εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. δεικνὺς ὅτι αὕτη ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. ἔμπροσθεν μὲν οὖν ἔλεγεν ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα. νυνὶ δὲ καὶ τρία τὰ ζητούμενα γέγονεν. ὅτι τὰ ἔθνη, καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μεί- ζονα εὗρε τῆς ἐκ τοῦ νόμου. τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξεναντίας. ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχε ὗρε, καὶ τὰ ἐλάττονα οὐχ εὗρεν. ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν τίθησι τῶν εἰρημένων ἁπάντων. τίς οὖν ἐστιν ἡ αἰτία ; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις. ἣν εἰ εὐθέως ἐν προοιμίοις εἰπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον ἐγεγόνει. ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέθεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τὲ αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. τοῦτο γὰρ αἴτιον, φησὶ, τῆς ἀπωλείας αὐτῶν, ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων ἠθέλησαν δικαιωθῆναι. καὶ οὐκ εἶπεν ἐξ ἔργων, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Μασίμου Ἐκ Τῶν Πρὸσ Θαλάσσιον. Ἰσραὴλ οὖν, φησι, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιαῖς δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν τελειούμενον.