Ancient Greek
Chapter 9, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.6.1.1
Not analysed yet
Χρυσοστόμου. Ἐμβαίνει λοιπὸν εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τινὸς ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν, ἐξέπεσον. οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. ταύτην τοίνυν λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν εἰσάγει. ἵνα γὰρ μὴ λέγῃ τίς· τι οὖν σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ τῆς παρὰ σοῦ δεῖται βοηθείας, ἵνα μὴ ἐκπέσῃ ὁ λόγος αὐτοῦ ; κἂν μὴ σὺ γένῃ ἀνάθεμα, ἐκπίπτει αὐτοῦ ὁ λόγος; πρὸς ταῦτα πάντα ἱστάμενος φησίν. ταῦτα δὲ πάντα εἶπον, ἵνα δείξω τὸ περὶ Χριστὸν φίλτρον· καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶν, καὶ τοῦ δεῖξαι ὅτι ἕστηκεν ἡ ἐπαγγελία ἣν εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· “σοὶ δώσω καὶ τῷ σπέρματι σου·” καὶ “ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογήσονται πάντα τὰ ἔθνη.” ἴδωμεν οὖν ποῖον ἐστὶ τὸ σπέρμα φησίν. οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ, σπέρμα αὐτοῦ εἰσίν. ἃν τοίνυν μάθῃς ποῖον ἐστὶ τοῦ Ἁβραὰμ σπέρμα, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. ποῖον οὖν ἐστιν, εἰπὲ, τὸ σπέρμα; αὐτὴ ἡ ἐπαγγελία ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα. “ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα·” τί ἐστιν “ἐν Ἰσαάκ;” τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα. καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν. ἑρμηνεύων γὰρ οὐκ εἶπεν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ Θεοῦ. τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἁβραὰμ τέκνον ἢν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν. ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν· οὗτοι τέκνα τοῦ Θεοῦ εἰσὶ, καὶ σπέρμα τοῦ Ἁβραάμ. διὰ γὰρ τοῦτο εἶπεν, “ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρμα.” ἵνα μάθῃς ὅτι οἱ τῷ τρόπῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἁβραάμ. πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκός. ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας· “κατὰ τὸν καιρὸν τοῦτον,” φησὶν, “ἐλεύσομαι, καὶ ἔσται “τῇ Σάρρα υἱός.” αὕτη τοίνυν ἡ ἐπαγγελία, τὰ τέκνα τοῦ Θεοῦ διέπλασέ τε καὶ ἐγέννησε διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. τί γὰρ εἰ καὶ μήτρα ὑπέκειτο, καὶ νηδὺς γυναικός; οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλὰ τῆς ἐπαγγελίας ἡ ἰσχὺς, ἔτεκε τὸ παιδίον. οὕτω καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, ῥήματα εἰσὶ τὰ Θεοῦ γεννῶντα ἡμᾶς, καὶ διαπλάττοντα. εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτιζόμενοι, γεννώμεθα. αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ’ ἐπαγγελίας Θεοῦ ἡ γέννησις. ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προσαγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων, διὰ τῶν προφητῶν ἁπάντων· καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. εἰ δὲ λέγοιεν οἱ Ιουδαῖοι, ὅτι τὸ “ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” τοῦτο ἐστὶ, τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γενομένους αὐτῷ λογίζεσθαι εἰς σπέρμα· ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας ἐκείνους υἱοὺς αὐτοῦ χρηματίζειν. ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ, υἱὸς ἦν τοῦ Ἰσαάκ· νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἠλλοτριωμένοι. ὁρᾷς ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας; ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προυπογέγραπτο γέννησις. εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. ἀλλ’ ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας. τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γήρας.