# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.6.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.6.2

Θεοδωρήτου. Ἐγὼ μὲν φύσιν οὐκ ἠβουλόμην μόνον, ἀλλὰ καὶ ηὐχόμην ἀλλότριος εἶναι ἀπὸ Χριστοῦ. εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. ἀλλ’ ὅμως καὶ τούτων ἀντιλεγόντων, καὶ τὴν σωτηρίαν οὐ βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι· πῶς ἔχουσιν; “οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι “σραήλ.” οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν. εἶτα διδάσκει τοῦτο σαφέστερον. οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἁβραὰμ, πάντες τέκνα. τουτέστι Θεοῦ. τοῦτο γὰρ μετὰ βραχέα διδάσκει. “ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρ- “μα.” καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεννημένα. ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. τῆς γὰρ φύσεως ἀπειρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἁβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα τοῦ Ἁβραὰμ προσαγορευόμενος; εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. ἐκ πατέρων γὰρ, ἀλλ’ οὐκ ἐκ μητέρων ἔθος γενεαλογεῖν τῇ θείᾳ γραφῇ. καὶ ἐδύνατο μὲν ὁ θεῖος Απόστολος παραγαγεῖν καὶ τοὺς ἐκ τῆς Χετούρας γεγενημένους, σπέρμα δὲ τοῦ Ἁβραὰμ οὐ καλουμένους. ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δυοκαίδεκα παῖδας τοῦ Ἰακὼβ, ἐκ διαφόρων δεῖξαι μητέρων γεγεννημένους. μένους. καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ χρηματίζοντας· καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν. ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνίκησε. τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ εἰρημένον, “ ὅτι ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα,” δείκνυσιν ὅτι οὐδὲ τὸ τούτου γένος ἅπαν τῆσδε τῆς εὐλογίας μετειληφὸς εὑρίσκεται. τῶν γὰρ τούτου παίδων ὁ μὲν, τὴν εὐλογίαν εἴληφεν· ὁ δὲ, ταύτης διήμαρτεν. ὃ παρακατιὼν δηλοῖ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
